Dial. XV
Οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει κύριος· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, αποστελεῖ τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα
Dial. XXXII
Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών
Dial. XLII
Ἀλλὰ καὶ τὸ δώδεκα κώδωνας ἐξῆφθαι τοῦ ποδήρους τοῦ ἀρχιερέως παραδεδόσθαι τῶν δώδεκα ἀποστόλων τῶν ἐξαφθέντων ἀπὸ τῆς δυνάμεως τοῦ αἰωνίου ἱερέως Χριστοῦ, διʼ ὧν τῆς φωνῆς ἡ πᾶσα γῆ τῆς δόξης καὶ χάριτος τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἐπληρώθη, σύμβολον ἦν. Διὸ καὶ ὁ Δαβὶδ λέγει. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Καὶ ὁ Ἠσαΐας, ὡς ἀπὸ προσώπου τῶν ἀποστόλων λεγόντων τῷ Χριστῷ, ὅτι οὐχὶ τῇ ἀκοῇ αὐτῶν πιστεύουσιν, ἀλλὰ τῇ αὐτοῦ πέμψαντος αὐτοὺς δυνάμει.
Dial. LVIII
Καὶ εἶπεν αὐτῷ, Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν, Οὐ μή σε ἀποστείλω, ἂν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ, Τί τὸ ὄνομά σου ἐστίν; Ὁ δὲ εἶπεν, Ἰακώβ. Εἶπε δὲ αὐτῷ, Οὐ κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ.
Dial. 75 : see above
Dial. 76
Καὶ Ἠσαΐας δὲ, μεγάλης βουλῆς ἄγγελον αὐτὸν εἰπὼν, οὐχὶ τούτων, ὧνπερ ἐδίδαξεν ἐλθὼν, διδάσκαλον αὐτὸν γεγενῆσθαι προεκήρυσσεν; Ἃ γὰρ μεγάλα ἐβεβούλευτο ὁ πατὴρ εἴς τε πάντας τοὺς εὐαρέστους γενομένους αὐτῷ καὶ γενησομένους ἀνθρώπους, καὶ τοὺς ἀποστάντας τῆς βουλῆς αὐτοῦ ὁμοίως ἀνθρώπους ἢ ἀγγέλους, οὗτος μόνος ἀπαρακαλύπτως ἐδίδαξεν, εἰπών·
and
Εἰ γὰρ διὰ τῶν προφητῶν παρακεκαλυμμένως κεκήρυκτο παθητὸς γενησόμενος ὁ Χριστὸς, καὶ μετὰ ταῦτα πάντων κυριεύσων, ἀλλʼ οὖν γε ὑπʼ οὐδενὸς νοεῖσθαι ἐδύνατο, μέχρις αὐτὸς ἔπεισε τοὺς ἀποστὸλους ἐν ταῖς γραφαῖς ταῦτα κεκηρύχθαι διαῤῥήδην
Dial. LXXXI
Καὶ ἐπειδὴ καὶ παρʼ ἡμῖν ἀνήρ τις, ᾧ ὄνομα Ἰωάννης, εἷς τῶν ἀποστόλων τοῦ Χριστοῦ, ἐν ἀποκαλύψει γενομένῃ αὐτῷ χίλια ἔτη ποιήσειν ἐνἹερουσαλημ τοὺς τῷ ἡμετέρῳ Χριστῷ πιστεύσαντας προεφήτευσε, καὶ μετὰ ταῦτα τὴν καθολικὴν καί, συνελόντι φάναι, αἰωνίαν ὁμοθυμαδὸν ἅμα πάντων ἀνάστασιν γενήσεσθαι καὶ κρίσιν.
Dial. LXXXIII
Ῥάβδον δυνάμεως ἐξαποστελεῖ ἐπὶ Ἱερουσαλὴμ, καὶ κατακυριεύσει ἐν μέσῳ τῶν ἐχθρῶν σου.
Dial. LXXXVIII
καὶ ἀναδύντος αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς περιστερὰντὸ ἅγιον πνεῦμα ἐπιπτῆναι ἐπʼ αὐτὸν ἔγραψαν οἱ ἁπόστολοι αὐτοῦ τούτου τοῦ Χριστοῦ ἡμῶν.
Dial. 100
Καὶ γὰρ υἱὸν Θεοῦ, Χριστὸν, κατὰ τὴν τοῦ πατρὸς αὐτοῦ ἀποκάλυψιν ἐπιγνόντα αὐτὸν ἕνα τῶν μαθητῶν αὐτοῦ, Σίμωνα πρότερον καλούμενον, ἐπωνόμασε Πέτρον. Καὶ υἱὸν Θεοῦ γεγραμμένον αὐτὸν ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ ἔχοντες, καὶ υἱὸν αὐτὸν λέγοντες νενοήκαμεν ὄντα, καὶ πρὸ πάντων ποιημάτων ἀπὸ τοῦ πατρὸς δυνάμει αὐτοῦ καὶ βουλῇ προελθόντα, ὃς καὶ σοφία, καὶ ἡμέρα, καὶ ἀνατολὴ, καὶ μάχαιρα, καὶ λίθος, καὶ ῥάβδος, καὶ Ἰακὼβ, καὶ ἰσραὴλ, κατʼ ἄλλον καὶ ἄλλον τρόπον ἐν τοῖς τῶν προφητῶν λόγοις προσηγόρευται, καὶ διὰ τῆς παρθένου ἄνθρωπον γεγονέναι, ἵνα καὶ διʼ ἧς ὁδοῦ ἡ ἀπὸ τοῦ ὄφεως παρακοὴ τὴν ἀρχὴν ἔλαβε, διὰ ταὺτης τῆς ὁδοῦ καὶ κατάλυσιν λάβῃ.
Dial. CI
Οἱ γὰρ θεωροῦντες αὐτὸν ἐσταυρωμένον καὶ κεφαλάς ἕκαστος ἐκίνουν, καὶ τὰ χείλη διέστρεφον, καὶ τοῖς μυξωτῆρσιν ἐν ἀλλήλοις διερινοῦντες ἔλεγον εἰρωνευόμενοι ταῦτα, ἃ καὶἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ γέγραπται· Υἱὸν Θεοῦ ἑαυτὸν ἔλεγε, καταβὰς περιπατείτω· σωσάτω αὐτὸν ὁ Θεός.
Dial. CII
Ἡ γὰρ τοῦ ἰσχυροῦ αὐτοῦ λόγου δύναμις, διʼ ἧς ἀεὶ ἤλεγχε τοὺς συζητοῦντας αὐτῷ Φαρισαίους καὶ γραμματεῖς καὶ ἁπλῶς τοὺς ἐν τῷ γένει ὑμῶν διδασκάλους, ἐποχὴν ἔσχε δίκην πολυΰδρου καὶ ἰσχυρᾶς πηγῆς, ἧς τὸ ὕδωρ ἀπεστράφη, σιγήσαντος αὐτοῦ καὶ μηκέτι ἐπὶ Πιλάτου ἀποκρίνασθαι μηδὲν μηδενὶ βουλομένου, ὡς ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ δεδήλωται, ὅπως καὶ τὸ διὰ Ἠσαΐου εἰρημένον καρπὸν ἐνεργῆ ἔχῃ, ὅπου εἴρηται· Κύριος δίδωσί μοι γλῶσσαν τοῦ γνῶναι ἡνίκα με δεῖ εἰπεῖνλόγον.
and
Καὶ γὰρ οὗτος ὁ διάβολος ἅμα τῷ ἀναβῆναι αὐτὸν ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἰορδάνου, τῆς φωνῆς αὐτοῦ λεχθείσης, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε, ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων γέγραπται προσελθὼν αὐτῷ, καὶ πειράζων μέχρι τοῦ εἰπεῖν αὐτῷ, Προσκύνησόν μοι· καὶ ἀποκρίνασθαι αὐτῷ τὸν Χριστὸν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ·
and
Ἐν γὰρ τοῖς ἀπομνημονεύμασι, ἅ φημι ὑπὸ τῶν ἀποστόλων αὐτοῦ καὶ τῶν ἐκείνοις παρακολουθησάντων συντετάχθαι, ὅτι ἱδρὼς, ὡσεὶ θρόμβοι, κατεχεῖτο αὐτοῦ εὐχομένου καὶ λέγοντος, Παρελθέτω, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο·
Dial. CIV
ὅπερ καὶ ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ γέγραπται γενόμενον
Dial. CVI
καὶ ὅτι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ ἔστη, τῶν ἀποστόλων, — οἵτινες μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν
and
καὶ μετʼ αὐτῶν διάγων ὕμνησε τὸν Θεὸν, ὡς καὶ ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων δηλοῦται γεγενημένον, τὰ λείποντα τοῦ ψαλμοῦ ἐδήλωσεν.
and
Καὶ τὸ εἰπεῖν μετωνομακέναι αὐτὸν Πέτρον ἕνα τῶν ἀποστόλων,καὶ γεγράφθαι ἐν τοῖς ἀπομνμονεύμασιν αὐτοῦ γεγενημένον καὶ τοῦτο, μετὰ τοῦ καὶ ἄλλους δύο ἀδελφοὺς, υἱοὺς Ζεβεδαίου ὄντας, μετωνομακέναι ὀνόματι τοῦ Βοανεργὲς, ὅ ἐστιν υἱοὶ βροντῆς, σημαντικὸν ἦν τοῦ αὐτὸν ἐκεῖνον εἶναι, διʼ οὗ καὶ τὸ ἐπώνυμον Ἰακὼβ τῷ Ἰσραὴλ ἐπικληθέντι ἐδόθη, καὶ τῷ Αὐσῇ ὄνομα Ἰησοῦς ἐπεκλήθη, διʼ οὗ ὀνόματος καὶ εἰσήχθη εἰς τὴν ἐπηγγελμένην τοῖς πατριάρχαις γῆν ὁ περιλειφθεὶς ἀπὸ τῶν ἀπʼ Αἰγύπτου ἐξελθόντων λαός. Καὶ ὅτι ὡς ἄστρον ἔμελλεν ἀνατέλλειν αὐτὸς διὰ τοῦ γένους τοῦ Ἀβραὰμ, Μωϋσῆς παρεδήλωσεν οὕτως εἰπών· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἡγούμενος ἐξ Ἰσραήλ. Καὶ ἄλλη δὲ γραφή φησιν· Ιδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ. Ἀνατείλαντος οὖν καὶ ἐν οὐρανῷ ἅμα τῷ γεννηθῆναι αὐτὸν ἀστέρος, ὡς γέγραπται ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ, οἱ ἀπὸ Ἀῤῥαβίας μάγοι ἐκ τούτου ἐπιγνόντες παρεγένοντο, καί προσεκύνησαν αὐτῷ.
Dial. CIX
Ἀλλʼ ὅτι τὰ ἔθνη μετανοεῖν ἀπὸ τῆς κακίας, ἐν ᾗπλανώμενοι ἐπολιτεύοντο, ἀκούσαντα τὸν ἀπὸ τῶν ἀποστόλων αὐτοῦ ἀπὸ Ἱερουσαλὴμ κηρυχθέντα διʼ αὐτῶν παθόντα λόγον, καὶ λόγους βραχεῖς λέγοντός μου ἀπὸ προφητείας Μιχαίου, ἑνὸς τῶν δώδεκα, ἀνάσχεσθε.
Dial. CX
ἡ δὲ δευτέρα, ἐν ᾖ μετὰ δόξης ἀπὸ τῶν οὐρανῶν παρέσται, ὅταν καὶ ὁ τῆς ἀποστασίας ἄνθρωπος, ὁ καὶ εἰς τὸν ὕψιστον ἔξαλλα λαλῶν, ἐπὶ τῆς γῆς ἄνομα τολμήσῃ εἰς ἡμᾶς τοὺς Χριστιανοὺς, οἵτινες, ἀπὸτοῦ νόμου καὶ τοῦ λόγου τοῦ ἐπελθόντος ἀπὸ Ἱερουσαλὴμ διὰ τῶν τοῦ Ἰησοῦ ἀποστόλων τὴν θεοσέβειαν ἐπιγνόντες, ἐπὶ τὸν Θεὸν Ἰακὼβ καὶ Θεὸν Ἰσραὴλ κατεφύγομεν·
Dial. CXIII
Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Ἰησοῦν, ὡς προέφην πολλάκις, Αὐσῆν καλούμενον, ἐκεῖνον τὸν μετὰ τοῦ Χαλὲβ κατάσκοπον εἰς τὴν Χαναὰν ἐπὶ τὴν γῆν ἀποσταλέντα, Ἰησοῦν Μωσῆς ἐκάλεσε.
Dial. CXIV
ἡμῶν δὲ ἡ περιτομὴ, ἥτις δευτέρα ἀριθμῷ, μετὰ τὴν ὑμετέραν φανερωθεῖσα, διὰ λίθων ἀκροτόμων, τουτέστι διὰ τῶν λόγων τῶν διὰ τῶν ἀποστόλων τοῦ ἀκρογωνιαίου λίθου καὶ τοῦ ἄνευ χειρῶν τμηθέντος, περιτέμνει ἡμᾶς ἀπό τε εἰδωλολατρείας καὶ πάσης ἁπλῶς κακίας·
Dial. CXIX
Ὃν γὰρ τρόπον ἐκεῖνος τῇ φωνῇ τοῦ Θεοῦ ἐπίστευσε, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς τῇ φωνῇ τοῦ Θεοῦ, τῇ διά τε τῶν ἀποστόλων τοῦ Χριστοῦ λαληθείσῃ πάλιν, καὶ τῇ διὰ τῶν προφητῶν κηρυχθείσῃ ἡμῖν, πιστεύσαντες μέχρι τοῦ ἀποθνήσκειν πᾶσι τοῖς ἐν τῷ κόσμῳ ἀπεταξάμεθα.